Ancient Greek
PSI 7 735
Documentary Papyri, Psi 7 735
Not analysed yet
Αἰλίῳ Νουμισιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου Διοσκόρου καὶ Πτολεμαίου Εὐδαίμονος καὶ Σαβείνου τοῦ Χίωνος καὶ Γαίου Λογγείνου Κέλερος καὶ Γαίου Λογγείνου Πρείσκου καὶ μετόχων ἐπιτηρητῶν νομῶν καὶ δρυμοῦ Θεαδελφείας καὶ Πολυδευκείας. λόγος τῶν περιγεγονότων ἀπὸ θήρας ἰχθύας τῶν ἀπὸ κα ἕως κε τοῦ Ἁθὺρ μηνὸς τοῦ β ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἔστι δέ. κα δραχμαὶ ιε διώβολον, κβ δραχμαὶ ιδ τριώβολον, κγ δραχμαὶ ιζ τετρώβολον, κδ δραχμαὶ κβ, κε δραχμαὶ ια τριώβολον γίνονται τῆς πενθημερίας δραχμαὶ πα. ἔτους β Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἁθὺρ κϛ. Ἀπολλώνιος βοηθὸς ἔσχον τούτου τὸ ἴσον.