Ancient Greek
PSI 7 739
Documentary Papyri, Psi 7 739
Not analysed yet
ἐμίσθωσεν Σαραπίων Ἱέρακος ἀπʼ Ὀξυρύγχων πόλεως Διογένῃ Ὥρου ἀπὸ Σερύφεως πρὸς τὸ ἐνεστὸς τέταρτον ἔτος ἀπὸ τῶν ἀναγραφομένων εἰς αὐτὸν ἐδαφῶν περὶ Μουχιναξὰπ ἀρούρης δίμοιρον ὥστε σπεῖραι πυρῷ, ἐκφορίου ἀποτάκτου τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους πυροῦ ἀρταβῶν ἓξ ἡμίσους τετάρτου χοινίκων δύο ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων καὶ συντάξεων ὄντων πρὸς τὸν μεμισθωκότα· ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὸ ἀπότακτον κομίσηται. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τὸ ἀπότακτον τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους ἐφʼ ἅλω Σερύφεως, πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετραχοινίκῳ παραλημπτικῷ τοῦ μεμισθωκότος τῶν παρʼ αὐτοῦ τὴν μέτρησιν ποιουμένων· ὃ δʼ ἂν προσοφειλέσῃ ἀποτεισάτω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Θὼθ ιϛ. Διογένης Ὥρου μεμίσθωμαι τὴν γῆν πρὸς τὸ ἐνεστὸς ἔτος, ἀποτάκτου τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους πυροῦ ἀρταβῶν ἓξ ἡμίσους τετάρτου χοινίκων δύο ,καὶ ἀποδώσω ὡς πρόκειται. Πλουτίων ὁ καὶ Εὐτύχης ἀπελεύθερος Σαραπίωνος καὶ Διογένους ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.