Ancient Greek
PSI 7 775
Documentary Papyri, Psi 7 775
Not analysed yet
…Αὐρήλιος Σόις Ἀφύνχεως μητρὸς ……κώμης Σααπρετου ……Αὐρηλίῳ Ἀλεξάνδρῳ ……μητρὸς Διογενίδος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρὰ σοῦ τὰς ὀφειλομένας μοι ὑπὸ σοῦ κατὰ παραθήκης γράμματα τετελειωμένα τῷ ἐνεστῶτι γ ἔτει μηνὸς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς …ακοσίας πλήρη καὶ μηδὲν ἐγκαλεῖν σοι μηδὲ ἐγκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ τούτου μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράφου ἢ ἀγράφου πράγματος ἢ ὀφλήματος ἢ ἀπαιτήματος …ων ἐκ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας …νειν ἄκυρα καὶ ἀνεπίφορα ἐμοί τε καὶ παντὶ τῷ ὑπὲρ ἐμοῦ ἐπιφέροντι διὰ τὸ παραπεπτωκέναι τὰς …