Ancient Greek
PSI 7 785
Documentary Papyri, Psi 7 785
Not analysed yet
τοῖς ἐξειληφόσι τὸ τέλος τῶν ὄνων τοῦ Ἑρμοπολίτου παρὰ Εὐδαίμονος πρεσβυτέρου Ἑρμαίου Ἑρμοπολίτου καὶ Νεαρχᾶτος Εὐδαίμονος Ἑρμοπολίτου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς δωδέκατον ἔτος Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου οὕς ἔχω ὀνόματι Εὐδαίμωνος ὄνους θηλείας τρεῖς καὶ πῶλον ἄρσενα α καὶ πῶλον θήλειαν α, τοῦ δὲ Νεαρχᾶτος ὄνον θήλειαν μίαν μὴ ἐργατικὴν μισθοῦ, ἀλλʼ εἰς τὴν ἰδίαν χρείαν. καταγίνομαι δὲ ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς οὗ καὶ γεουχῶ. τέλος ἑξαδραχμίαν ὄνων δωδεκάτου ἔτους Δομιτιανοῦ τοῦ κυρίου, Μεχεὶρ κθ. ἀπογράφομαι εἰς Εὐδαίμονα θηλείας ὄνους τρεῖς ,πῶλον ἄρσενα ἕνα καὶ πῶλον θήλειαν α, καὶ εἰς Νεαρχᾶτα υἱὸν ὄνον θήλειαν μίαν . διʼ Ἑρμαίου.