Ancient Greek
PSI 7 788
Documentary Papyri, Psi 7 788
Not analysed yet
…ἀρούρας ἕνδεκα καὶ …σπορὰν πυροῦ ἀρούρας ὀκτὼ ἀνὰ πυροῦ ἀρτάβας ἐννέα καὶ εἰς σπορὰν λαχάνου ἀρούρας δύο ἀνὰ λαχάνου ἀρτάβας πέντε καὶ τὴν ἄρουραν μίαν εἰς ξυλαμὴν ἀράκου καὶ χόρτου ἀνὰ δραχμὰς εἰκοσιοκτώ . καὶ πληρώσομέν σοι ἀρούρας ὀκτώ ,καθαρὰς ἀπὸ δείσης ἰδίαις σου δαπάναις. τὰ δὲ κατʼ ἔτος ἐκφόρια ἀποδώσομέν σοι πάντα ἐν τῷ Ἐπεὶπ μηνὶ ἐν πυροῦ ἀρτάβαις ἑβδομηκονταδύο ἐπὶ θησαυροῦ μίαν Ἀθηναίου ἀντὶ μιᾶς δοχικοῦ· τὰς δὲ λαχάνου ἀρτάβας δέκα μέτρῳ Ἀθηναίῳ Πελώιος …τος καὶ τὸν ἀργυρικὸν φόρον εἰσὶν ἀργυρίου δραχμαὶ εἰκοσιοκτώ γίνονται ἀργυρίου δραχμαὶ κη, λαχάνου ἀρτάβαι ι, δοχικῷ ἀρτάβαι οβ. καὶ δώσομεν μισθωτικὸν οἴνου κεράμιον ἓν καὶ παιδαρίοις πυροῦ ἀρτάβης ἥμισυ ,τῶν δημοσίων τῆς γῆς ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Χοίακ …Σεβαστῆι. ἐὰν δὲ ἑκάστης σπορῶν γένηται ἐλάττωμα προτοῦ συγκομίσωμεν τοὺς …,παραδέξῃ ἡμῖν τοῦ προκειμένου ……κατʼ ἀναλογίαν ὑπεξαιρῶν α…ει…