Ancient Greek
PSI 7 806
Documentary Papyri, Psi 7 806
Not analysed yet
Εὐδώρῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου ἀπὸ τ… του. ἕνεκεν οὗ πεποίηται …Δωρίων γεγυμνασιαρχηκὼς …βούλομαι μαρτυρίαν …παραγγεῖλαι Ἀγαθείνῳ τῷ τὸ γραφεῖον ἀσχολουμένῳ Θεμίστου καὶ Πολέμωνος μερίδων. διὸ ἐπιδίδωμι καὶ ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι τῷ Ἀγαθείνῳ ἵνʼ εἰδῇ παρέσεσθαι αὐτὸν ἐπὶ τὸ ἱερώτατον τοῦ ἡγεμόνος βῆμα οὗ ἐὰν τὸν τοῦ νομοῦ διαλογισμὸν ἢ δικαιοδοσίαν ποιῆται καὶ προσκαρτερήσειν μέχρι οὗ ἐκβιβασθῇ τὰ πρὸς αὐτὸν ἐπιζητούμενα ἀρκουμένου μου τῇδε τῇ διαστολῇ …ρειας. ἔτους κα Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ …