Ancient Greek
820.1.1 to 820.4.47
Documentary Papyri, Psi 7 820.1.1-820.4.47
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίνου καὶ Λικιννιανοῦ Λικιννίου Σεβαστῶν τὸ β, Μεσορὴ ε. διέγραψαν Θερμουθάριον καὶ Μουσῆς τέκνα Εὐλογίας ὑπὲρ τιμῆς χορταχύρου ἐπιβολῆς ιη ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους τάλαντα ὀκτὼ καὶ δραχμὰς διακοσίας· γίνονται τάλαντα η δραχμαὶ σ· ὧν τὸ καθʼ ἕν· Βουβάστου τάλαντα β δραχμαὶ Βυ Καμείνων κώμης τάλαντα δ δραχμαὶ ϡν Δικαίου Ἀριστάρχου τάλαντον α Καλλιφάνους ἐποικίου Βυ Ψίντεως Διαρ… δραχμαὶ υν γίνονται τάλαντα η δραχμαὶ σ παρήνεγκεν Θερμουθάριον καὶ Μουσῆς Σεουήρῳ καὶ Καστορίωνι ἀποδέκταις ἀρτάβας ὀκτὼ δίμοιρον· γίνονται ἀρτάβαι η 𐅷μόναι. Καστορίων σεσημείωμαι. Σεουῆρος σεσημείωμαι. Χοίακ ιζ. Αὐρήλιος Σερῆνος ἐξηγητεύσας βουλευτὴς τῆς Ἀρσινοιτῶν πόλεως ἐπιμελητὴς κρέως ἀποστελλομένου ἐν τῇ Μεμφιτῶν πόλει Αὐρηλίᾳ Θερμουθαρίῳ καὶ Μουσῃ τέκνοις Εὐλογίας χαίρειν. παρέλαβον παρʼ ὑμῶν ὑπὲρ κανόνος κα ἔτους κρέως χοιρίου λίτραν μίαν· γίνεται λίτρα α. καὶ ὑπὲρ η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους λίτρας πεντηκονταεπτά· γίνονται λίτραι νζ. καὶ ὑπὲρ ἐπιβολῆς η ἔτους καὶ ϛ ἔτους λίτρας τριακονταπέντε· γίνονται λίτραι λε. καὶ ὑπὲρ ἐπιβολῆς ιη ἔτους κρέως χοιρίου λίτρας ἑκατὸν δεκατρεῖς· γίνονται λίτραι ριγ. γίνονται ὁμοῦ τοῦ συμβόλου λίτραι διακόσιαι ἕξ· γίνονται λίτραι σϛ. Σερῆνος σεσημείωμαι ἑτέρου συμβόλου μὴ ἐπιφερομένου. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Μεχεὶρ κθ. Αὐρήλιος Σερῆνος βουλευτὴς ἐξηγητεύσας ἐπιμελητὴς κρέως ἀποστελλομένου ἐν Μέμφιδι Αὐρηλίοις Θερμουθαρίῳ καὶ Μουσῇ τέκνοις Εὐλογίας χαίρειν. παρέλαβον παρʼ ὑμῶν ὑπὲρ γενήματος ζ ἔτους καὶ ε ἔτους κώμης Καμείνων λίτρας εἴκοσι καὶ ὑπὲρ η ἔτους καὶ ϛ ἔτους λίτρας ἑκατονεννέα · γίνονται ὁμοῦ τοῦ συμβόλου λίτραι ρκθ. Αὐρήλιος Σερῆνος σεσημείωμαι τὰς τοῦ κρέως λίτρας ἑκατὸν εἰκοσιεννέα μόνας, ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ γ, Μεχεὶρ κγ. ὑπατείας Ῥουφίου Οὐολοσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπρῶν, Φαρμοῦθι κα.