Ancient Greek
PSI 7 825
Documentary Papyri, Psi 7 825
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Σευήρῳ Δίδυμος πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ θεῷ ὅπως ὑγιαίνοντι καὶ εὐθυμοῦντι ἀποδοθῇ σοι τὰ παρʼ ἐμοῦ γράμματα. ἐβουλόμην σοι ἀποστεῖλαι οἶνον, καὶ ἤκουσα ὅτι Εὐγονιας ἐστὶν παρὰ σοί. εἴ τι δέ ποτε θέλεις, σοὶ πέμψω. γράψον μοι, εἰ οἶδας, ὅτι δύνῃ ἄρτι ἐκεῖ ἐλθεῖν. γράψον μοι …ισχυρια…τ… θέλω αὐτὰ …ισα… …ν τοῦ λαχανοσπέρμου τέως δέδωκα ἀρτάβας τρείς . οἱ παῖδες ἐργάζουσιν εἰς τὴν αὐτὴν γῆν χωρὶς …λλ…υς. ἐὰν εὕρῃς ὁλοκοττίνους ἀγοράσαι …ενος ξέστας λγ δ, ἀγόρασον. ἐὰν εὕρῃς τὸ ἀσήμιν π… τῆς λίτρας ταλάντων σ, ἀγόρασον δύο λίτρας. καὶ τὸν μετρητὴν ἐλαίου ἀγόρασον. ἤκουσα ὅτι πεπώληκέ σοι τὰς λίτρας. μετεδόθη μοι ὑπὸ Μέλανος τὰ δύο τύλαρα. ταῦτα δὲ μὴ ἀμελήσῃς· πέμψον μοι αὐτά. ἐὰν δὲ εὕρῃς τὸ μικρὸν τυλάριον πεμπ… ἡ Θατρῆς ἠξίωσεν μὲν ὅτι γράψον αὐτῷ ἵνα παράσχῃς αὐτῷ. πολλὰ προσαγορεύουσιν ἡ σύμβιος καὶ ἡ ἀδελφή σου μετὰ τῶν ἀβασκάντων παίδων. ὁ ἀδελφὸς ἡμῶν Θεωνᾶς πολλά μοι ἠξίωσεν περιτ…σ…ν εἴ τι οὖν ἀναλώσῃς, γράψον· καὶ λαβὼν παρὰ τ… Σευῆρος. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Παχὼν η. ἀπόδος τῷ κυρίῳ μου ἀδελφῷ Σευήρῳ παρὰ Διδύμου οἰνοπαραλήμπτου …