Ancient Greek
PSI 7 827
Documentary Papyri, Psi 7 827
Not analysed yet
…ὅτε …ατο Ὡριγένης ἕνεκεν τοῦ στεπτικοῦ Ῥούφου. ἐγράψαμεν οὖν αὐτῷ τὰ εἰκότα, καὶ ἀναδοθῆναι ποιήσεις αὐτῷ, ἀναγνοὺς δηλονότι πρότερον πρὶν σὲ δοῦναι Θέωνι τῷ τὴν ἐλαιηρὰν μετάδος, ὡς καὶ πολλάκις σοι ἔγραψα, ὅτι τὴν ἀξίαν τιμὴν δίδωσι καὶ τὸ πᾶν παρὰ σοῦ λαμβάνω· οὔτε γάρ τι ἔσχεν ἐκεῖνος παρʼ αὐτοῦ ζῶν ?. ἐὰν δὲ γράμματα αὐτοῦ ἐπιφέρῃς ἐναλλαγῆς ἢ ἄλλου τινὸς ἢ μεταβολῆς, πάντως ἀπολογούμεθα. καὶ νῦν οὖν μετάδος αὐτῷ αὐτὰ ταῦτα· περὶ γὰρ τούτου οὐδὲν δεδύνημαι πρᾶξαι ἐνθάδε, ἐπειδὴ μηδὲν ἔγραψας, καὶ ὅτι σφόδρα Θέωνα φιλῶ. ἐρρῶσθαί σε εὐτυχοῦντα ὁλο -κληροῦντα εὔχομαι. ἀσπάζου πολλὰ Ἀγαθὸν Δαίμονα καὶ πάντας ἁπλῶς τοὺς ἀγαπῶντας ἡμᾶς.