Ancient Greek
PSI 7 830
Documentary Papyri, Psi 7 830
Not analysed yet
τῷ ἀγαπητῷ ἀδελφῷ …Ἀντώνιος χαίρειν. ἐπειδὴ ἦλθες καὶ εδε…ασμε, τοίνυν οὖν ἀπόστειλόν μοι τὰς πράσεις· πέπρακα γὰρ αὐτά. παρέμεινα γὰρ ἕως σήμερον. ἐνόμιζον ὅτι ἔρχῃ καὶ ἐκπλαγεὶς τὰ πράγματα ὑμῖν ὡμολόγησα ὅτι δίδωμι ὑπὲρ λόγου διαίτης τὰ πεντακισχίλια τάλαντα. νῦν οὖν πέμψον ἐπὶ τὰ ἀργύριά σου καὶ λάβε αὐτά, ἐπεὶ ἔρχεται ὁ βικάριος· ἐντυγχάνω γὰρ αὐτῷ ὅτι εδεχεται ἡμᾶς μικροὺς ὄντας καὶ ὀρφανοὺς …