Ancient Greek
PSI 7 843
Documentary Papyri, Psi 7 843
Not analysed yet
τῷ δεσπότῃ μου γεούχῳ Εὐδαίμωνι Ἰωάννης ἐν κυρίῳ χαίρειν ὑπεδεξάμην γράμματα τῆς εὐγενείας τῆς σῆς τοῦ ἐμοῦ δεσπότου περὶ δοκῶν ἐν Μερμέρθων. Νικήτης δὲ παρεγένετο πρός με ἐπὶ τὸν οἰκοδόμον, ὡς ἐδήλωσέν μοι ἡ σὴ εὐγενεία. παρακαλῶ καὶ δέομαι ὥστε γράμματα ἀποστεῖλαι πρὸς Ἀπίωνα διὰ τοῦ ἀποσταλέντος ἵνα συνχωρηθῇ μοι ὁ οἰκοδόμος ἄχρις τῆς Ἑρμοῦ καὶ ἀπὸ τῶν ἀέρων δοκοὺς φέρω καὶ σκεπάζω ἵνα μὴ ἀτέλεστον ἀπολύσωμεν τὸ κυριακόν. εἰ γὰρ ἐν ἄλλῳ τόπῳ …δεσπότην