Ancient Greek
PSI 8 871
Documentary Papyri, Psi 8 871
Not analysed yet
ἀντίγραφον. Πτολεμαίωι βασιλικῷ γραμματεῖ καὶ Ἀπολλοφάνει καὶ Διογένει τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι παρὰ Πετοσείριος τοῦ Πετοσείριος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως λαύρας …ας. βουλόμενος ἀπὸ τοῦ ἐνεστῶτος ια ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος τὸν υἱόν μου Πετεχῶντα οὐδέπω ὄντα ἐν ἡλικίᾳ ἀναγρα ἐπὶ τῆς αὐτῆς λαύρας Εγζωευ, ὥστε μαθεῖν τὴν χαλκοτυπικὴν τέχνην διδασκάλῳ Ἡρακλείδηι Πετοσοράπιος χαλκοτύπωι λαύρας τῆς αὐτῆς, ἀξιῶ ἀναγραφῆναι τοῦτον ἐν τῆι τῶν ὁμοίων τάξει, ὡς καθήκει. ὑπογραφὴ ἀντιγρ ?. Ἀλέξανδρος γραμματεὺς σεσημείωμαι. ἔτους ια Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ λ. ἄλλης. Ἀπολλοφάνης σεσημείωμαι. ἔτους ια Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ λ. ἄλλης. Διογένης σεσημείωμαι. ἔτους ια Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεχεὶρ λ. Πετοσῖρις Πετοσίριος ἐπενήνοχα τὸ προκίμενον ἀντίγραφον τοῦ ὑπομνήματος καὶ ἔστιν παρʼ ἐμοὶ τὸ αὐθεντικόν. Σαραπίων Ἀχιλλέως τοῦ Ἀχιλλέως μητρὸς Θαισοῦτος τῆς Δημητρίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους δωδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι …Σεβαστῇ. …