Ancient Greek
PSI 8 874
Documentary Papyri, Psi 8 874
Not analysed yet
Διογένει τῷ καὶ Ἑρμαίῳ καὶ Ἀπολλωνίῳ γραμματεῦσι πόλεως παρὰ Ὀννώφριος Θέωνος τοῦ Σαραπίωνος μητρὸς Θερμουθίου τῆς Ὀννώφριος καὶ Ἡρᾶτος Ὥρου τοῦ Ὥρου μητρὸς Τααμόιτος ἀμφοτέρων ἐπιτρόπων Ἀντεῖτος καὶ Τααμόιτος ἀμφοτέρων Πανεμγέως τοῦ Διοσκόρου καὶ παρὰ Ταυσορεῦτος ἀδελφῆς τῶν ἀφηλίκων μητρὸς Ταύριος Ὥρου μετὰ κυρίου τοῦ ἀνδρὸς Ποκκαοῦτος Πανταύχου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ὑπάρχει τοῖς προγεγραμμένοις ἀφήλιξιν Ἀντεῖτι καὶ Τααμόιτι καὶ τῇ ἑτέρᾳ ἀδελφῇ Ταυσορεῦτι ἐπʼ ἀμφόδου Ἑρμαίου πρότερον τοῦ πατρὸς σὺν τῷ μεταπεπτωκότι εἰς αὐτὸν ἐξ ὀνόματος Ἀντεῖτος ἀδελφοῦ αὐτοῦ τε… μέρη οἰκίας κοινωνικῆς πρὸς ἄλλους ἐν οἷς οὐδεὶς καταγίνεται. ἀπογραφόμεθα δέ· Ἀντεῖς ὁ προγεγραμμένος ἀφῆλιξ ἄτεχνος οὐλὴ μετώπῳ μέσῳ, καταγινόμενος ἐν ἑτέρᾳ αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου οἰκίᾳ …ὑπάρχει δὲ τοῖς αὐτοῖς ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου οἰκία ἑτέρα …Διογένει τῷ καὶ Ἑρμαίῳ καὶ Ἀπολλωνίῳ γραμματεῦσι πόλεως παρὰ Ἡρώδου τοῦ Ἑρμι… τοῦ Καρπουνίου μητρὸς Ἐσε …τῆς Ἀπολλωνίου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ὑπάρχουσι μοι ἐπʼ ἀμφόδου Ἑρμαίου πρότερον τῆς μητρός μου Ἐσε… τῆς Ἀπολλωνίου ψιλοὶ τόποι εἰς οὓς ἀπογράφονται· ὁ αὐτὸς ἐγὼ Ἡρώδης οὐλὴ μηρῷ δεξιῷ ἐτῶν …Ἀπολλώνιος ὁ καὶ Δ… υἱὸς μητρὸς τετελευτηκυίας Διδύμης ἄσημος ἐτῶν …γίνονται ἄνδρες β. …παρυλίζοντες ἐκτὸς τῆς οἰκίας πλινθευταί κατασπείροντες Ἑρμαίου ρκβ