Ancient Greek
PSI 8 879
Documentary Papyri, Psi 8 879
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, …ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἀκῆς Ἀκείους ὡς ἐτῶν …τεσσάρων οὐλὴ χειρὶ δεξιᾷ Πασοκνοπαίῳ Πασοκνοπαίου ὡς ἐτῶν τριακοντατεσσάρων οὐλὴ …δεξιῶι πρὸς μόνον τὸ ἐνεστὸς δεύτερον ἔτος Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἐν οἷς γεωργεῖ ὁ Ἀκῆς περὶ Βακχιάδα πρὸς τ… ἄρουραν μίαν ἢ ὅσαι ἂν ὦσι προκατεσπαρμένην ὑπὸ τοῦ δεῖνα ἐν πυρῶι ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν πέντε μέτρωι ἑξαχοινίκῳ ἑρμηνέως Βακχιάδος ὧν τὴν ἀπόδοσιν ποιησάσθω ὁ Πασοκνοπαῖος ……ἐν Βακχιάδι νέα καθαρὰ καὶ ἄδολα ……υς ὑπογραφεὺς Ἥρων Σατύρου ὡς ἐτῶν εἰκοσιεννέα οὐλὴ μετώπῳ μέσῳ. Πασοκνοπαῖος Πασοκνοπαίου ε… μεμίσθωμαι παρὰ Ἀκείους πρὸς μόνον τὸ ……ἐκφορίου …τῆς κώμης καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Σατύρου. ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου. Ἀκῆς Ἀκείους ἀπέχω τὸ ἐκφόριον πυροῦ ἀρτάβας πέντε· γίνονται πυροῦ ἀρτάβαι ε Ψεντο …γραμματεὺς γεωργῶν διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Παῦνι κγ. …