Ancient Greek
PSI 8 887
Documentary Papyri, Psi 8 887
Not analysed yet
τῷ δεσπότῃ μου καὶ διὰ πάντα αἰδεσιμωτάτῳ Τιμοθέῳ Μούσηλος. δεξάμενος τὴν ἐπιστολὴν τῆς διαθέσεώς σου τὴν διὰ τῶν ἐπιστολοφόρων τῇ ἐννεακαιδεκάτῃ τοῦ Χοιὰκ μηνὸς καὶ σφόδρα περιχαρὴς γενόμενος ὅτιπερ ὑγιαίνεις σὺν θεῷ καὶ εὖ πράττεις. Θεόδωρος μέντοι ὁ κυβερνήτης ἐντεῦθεν ἐξῆλθεν μηνὶ Φαῶφι. λοιπὸν εἰ ἀπήντησεν αὐτόθι ἢ οὐκ ἀπήντησεν οὐκ οἶδα· ὧδε δὲ οὐκ ἐπεσχέθη. ὁμοίως δὲ καὶ Ἀρτέμων ἐξῆλθεν ἐντεῦθεν Χοιὰκ δεκάτῃ. τῷ δὲ κυρίῳ μου τῷ ἄρχοντι πολλάκις ἐγράφη παρὰ τοῦ δεσπότου μου τοῦ κόμιτος περὶ τῆς διαθέσεώς σου. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις διὰ βίου, δέσποτα διὰ πάντα αἰδεσιμώτατε. τῷ δεσπότῃ μου καὶ διὰ πάντα αἰδεσιμωτάτῳ Τιμοθέῳ Μούσηλος