Ancient Greek
PSI 8 897 (1)
Documentary Papyri, Psi 8 897pg1
Not analysed yet
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ κα, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Τσενουᾶρις Ὀννώφριος τοῦ Ἁρψόιτος ἀπὸ τῆς Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦἑαυτῆςυἱοῦ Ὀννώφριος τοῦ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως …ῳ Κλαυδίῳ Τιβερίῳ ……α Σαραπίωνι εν… παρακεχωρηκέναι αὐτῷ ἀκολούθως τοῖς ᾠκονομημένοις διὰ τῶν ἐκ τοῦ ἱππικοῦ ἀφʼ οὗ ἐπιδέδωκεν ἡ ὁμολογοῦσα ὑπομνήματος τοῖς ……τὰς ὑπαρχούσας αὐτῇ περὶ …τῆς …τοπαρχίας ἐκ τοῦ Κλεανδρίδου κλήρου ἀπὸ πρώτου ἕως ἕκτου γυῶν …ἀρούρας πέντε τῶν ἐπετείων ἐκφορίων ὄντων τῆς ὁμολογούσης. γείτονες τῶν ἀρουρῶν πέντε …ἵνα ὑπάρχωσι τῷ Κλαυδίῳ ……ἀνθʼ ὧν ἔσχηκεν ἡ ὁμολογοῦσα παρὰ τοῦ Κλαυδίου Σαραπίωνος τὸ παραχωρητικὸν ὅπερ ἐστὶν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμαὶ χίλιαι διακόσιαι ἐκ πλήρους· καὶ μηθὲν παρασυγγραφήσειν μηδὲ κακοτεχνήσειν τὴν ὁμολογοῦσαν πρὸς τὴν παραχώρησιν ταύτην τρόπῳ μηδενί, ἀλλὰ καὶ παρέξεσθαι αὐτὴν τῷ Κλαυδίῳ Σαραπίωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰς πέντε ἀρούρας διὰ παντὸς μὲν βεβαίας, καθαρὰς δὲ καὶ ἀπὸ δημοσίων καὶ τῶν ἄλλων τελεσμάτων πάντων τῶν ἔμπροσθεν χρόνων μέχρι ἐπαγομένων πέμπτης τοῦ ἐνεστῶτος ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἔτους. ἐὰν δέ τι τούτων ἡ ὁμολογοῦσα παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ Κλαυδίῳ Σαραπίωνι καθʼ ὃ ἂν παρασυγγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς …καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω καθʼ ὃ ……Τσενουᾶρις Ὀννώφριος τοῦ Ἁρψόιτος τέθειμαι τὴν ὁμολογίαν …κώμην ἐκ τοῦ Κλεανδρίδου κλήρου ἀπὸ πρώτου ἕως ἕκτου γυῶν ἀρούρας πέντε καὶ ἀπέχω τὸ παραχωρητικὸν τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας διακοσίας τῶν ἐπετείων ἐκφορίων ὄντων ἐμοῦ, καὶ βεβαιώσω ὡς πρόκειται. Ὀννῶφρις Διογένους ἐπιγέγραμμαι τῆς μητρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Τιβέριος Κλαύδιος Σαραπίων ὁ προγεγραμμένος παρακεχώρημαι ὡς πρόκειται. Τσενουᾶρις ὡς ἐτῶν ζ… Ὀννῶφρις ὡς ἐτῶν ν οὐλαὶ ἀντικνημίοις ἀμφοτέροις. Τιβέριος ὡς ἐτῶν λη μελίχρως οὐλὴ χειρὶ δεξιᾷ.