Ancient Greek
PSI 8 901
Documentary Papyri, Psi 8 901
Not analysed yet
Ἡρακλείδης Τρύφωνος γραμματεὺς ὡς ἐτῶν ἑξηκονταδύο οὐλὴ ῥινὶ ἐκ δεξιῶν, Ἁρμιεῦς Ἀνουβᾶτος ὡς ἐτῶν νη οὐλὴ ποδὶ ἀριστερῷ, καὶ Παπεῖς Ὀννόφρεος ὡς ἐτῶν ξε οὐλὴ πήχει ἀριστερῶι ὑπτίῳ, καὶ Πανομιεῦς Ἀκήους ὡς ἐτῶν νϛ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, καὶ Σεκονεῦς Πατῦνις ὡς ἐτῶν ξ οὐλὴ καρπῷ δεξιῶι, Ἀνχορίμφις Ὀρσεῦτος ὡς ἐτῶν μ οὐλὴ ποδὶ δεξιῶι, Ἁρπαγάθης Νίλου ὡς ἐτῶν μβ οὐλὴ γόνατι δεξιῶι, Πανομιεῦς Ἁρμάις ὡς ἐτῶν ν οὐλὴ πήχει ἀριστερῶι ὑπτίωι, Νεκχῆς Ὤπεος ὡς ἐτῶν ξε οὐλὴ πήχει δεξιῷ, Ὀρσεεῦς Ὤπεος ὡς ἐτῶν νε ἀναφάλακρος οὐλὴ ἀντίχειρι ἀριστερῶι, Πατῦνις Ὀρσεῦς ὡς ἐτῶν λ οὐλὴ ὀφρύι δεξιᾷ ἄκρᾳ, καὶ Ὀρσεῦς Ὀρσεῦς ὡς ἐτῶν λε οὐλὴ ὑπὲρ ὀφρὺν ἀριστεράν, Πατῦνις Σαταβοῦτος ὡς ἐτῶν νῦ οὐλὴ μήλωι δεξιῶι πρὸς τῇ ῥινί, Πελωῦς Πατῦνις ὡς ἐτῶν νε οὐλὴ μετώπωι μέσωι. Ἡρακλείδης Τρύφωνος γραμματεὺς ἁλιέων αἰγιαλοῦ Βερνικίδος Θεσμοφόρου, καὶ Ἁρμιεῦς Ἀνουβᾶτος, καὶ Παπεῖς Ὀννόφρεος καὶ Πανομιηῦς Ἀκήους, καὶ Σεκονεῦς Πατῦνις, καὶ Ἀνχορίμφις Ὀρσεῦς, καὶ Ἁρπαγάθης Νίλου, καὶ Πανομιεῦς Ἁρμάις, καὶ Νεκχῆς Ὤπεος, καὶ Ὀρσεῦς Ὤπεος, καὶ Πατῦνις Ὀρσεῦς, καὶ Ὀρσεῦς Ὀρεῦτους καὶ Πατῦνις Σαταβοῦτος, καὶ Πελωῦς Πατῦνις οἱ δεκατρεῖς πρεσβύτεροι ἁλιέων κωμῶν Ναρμούθεος καὶ Βερνικίδος Θεσμοφόρου, οἱ δεκατέσσαρες τοῖς παρὰ Σαραπίωνος τοῦ Πτολεμαίου νομάρχου καὶ ἐπὶ τῶν προσόδων καὶ ἐπὶ τοῦ ἐπιδασμοῦ τοῦ Ἀρσινοίτου ὀμνύομεν Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἦ μὴν μηδὲ ἓν συνιστορηκέναι μηδὲ συνιστορήσειν ἁλιεύουσι μηδὲ σαγηνεύουσι μηδὲ ἀμφιβολεύουσι κυνηγοῦσι εἴδωλα θεῶν ὀξυρύγχων καὶ λεπιδωτῶν ἀκολούθως τῇ γεγενημένηι ὑφʼ ἡμῶν τε καὶ τῶν ἑτέρων ἁλιέων δημοσίᾳ χειρογραφίᾳ. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη, ἐφιορκοῦσι τὰ δὲ ἐναντία. ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι κβ. Ἡρακλείδης Τρύφωνος γραμματεὺς ἁλιέων αἰγιαλοῦ Βερνικίδος, καὶ Παπεῖς Ὀννόφρις, καὶ Ἁρμιοῖσις Ἀνουβᾶτος, καὶ Φανομιεῦς Ἀκήους, καὶ Σεκονεῦς Πατῦνις, καὶ Ἀγχαρίμφος Ὀρσεηῦς, καὶ Ἁρπαγάτης Νίλου, καὶ Πανεμμηιειος Ἁρμαίους, καὶ Νεκκῆς Ὤπιος, καὶ Ὀρσεηῦς Ὤπιος, καὶ Πατῦνις Ὀρσειους, καὶ Ὀρσεηῦς Ὀρσεηῦς, καὶ Πατῦνις Σαταβοῦτος, καὶ Πελωεῖς Πατῦνις, οἱ δεκατέσσαρες πρεσβύτεροι ἁλιευόντων ἀπὸ κωμῶν Ναρμούθεος καὶ Βερνικίδος, Θεσμοφόρου ὀμνύομεν Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἦ μὴν μηδὲ συνεισχειρηκέναιμηδὲ συνιστορήσειν ἁλιεύουσι μηδὲ σαγηνεύουσι μηδὲ ἀμφιβολεύουσι κυνηγοῦσι εἴδωλα θεῶν ὀξυρύγχων καὶ λεπιδωτῶν ἀκολούθως τῇ γεγενημένῃ ὑφʼ ἡμῶν τε καὶ τῶν ἑτέρων ἁλιέων δημοσίᾳ χειρογραφίᾳ. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη ἐπιορκοῦσι δὲ τὰ ἐναντία. Ἡρακλείδης ὁ προγεγραμμένος γραμματεὺς αὐτῶν γέγραφα καὶ ὑπὲρ τῶν ἄλλων μὴ εἰδότων γράμματα, καὶ ἐγὼ αὐτὸς ὁ Ἡρακλείδης συνομώμοκα τὸν προκείμενον ὅρκον. ἔτους ἕκτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι δευτέρᾳ καὶ εἰκάδι.