Ancient Greek
907dupl.1 to 907dupl.14
Documentary Papyri, Psi 8 907dupl.1-14
Not analysed yet
β ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρίου ἐπαγομένων ε. ἐκδόσιμον α…γραμματ…μ τῆς πράσεως τω…ε διαιρέσεως ?. Ὀρσεῦς Ἁρμιῦσις μητρὸς Ταυσῖρις συνπέπρακα τὸ ἐπιβάλλον μοι μέρος ἀπὸ ἡμίσους μέρους πατρικῆς οἰκίας παλαιᾶς συμπεπτωκυίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τε τὸν πριάμενον Ψονσνεῦν καὶ ἑτέρους ἐν Τεβτύνει, καὶ συναπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ συμβεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει καθὼς πρόκειται· καὶ εὐδοκεῖ ἡ γυνή μου Ταμιεῦς Πατύνιος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκειται. Ὀρσεῦς γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα. Ἡρώδης Ἡρώδου μητρὸς Τααρμιῦσις συνπέπρακα τὸ ἐπιβάλλον μοι μέρος ἀπὸ ἡμίσους μέρους πατρικῆς οἰκίας παλαιᾶς συμπεπτωκυίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τε τὸν πριάμενον Ψοννεῦν καὶ ἑτέρους ἐν Τεβτύνει λεγομένων πρότερον Ὤπεως, καὶ συναπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ συμβεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει· καὶ εὐδοκεῖ ἡ γυνή μου Ταμαρῆς Αὐνήους τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδὲ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Μελαντᾶς Κρονίωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Πακῆβκις καὶ Παπνεβτῦνις οἱ δύο Ἁρμιύσιος μητρὸς Ταυσίρεως συνπεπράκαμεν τὰ ἐπιβάλλοντα ἡμῖν μέρη ἀπὸ ἡμίσους μέρους πατρικῆς οἰκίας παλαιᾶς συμπεπτωκυίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τε σὲ τὸν πριάμενον καὶ ἑτέρους ἐν Τεβτύνει λεγομένων πρότερον Ὤπεως· ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς νότου πρότερον Ὀρσεῦτος Λαβάειτος οἰκία νυνὶ δὲ Ἡρακλήου τοῦ Ὀρσενούφεως καὶ ἐπί τι μέρος υἱῶν Ἀτρήου Ὧνσις οἰκία καὶ αὐλή, βορρᾶ πρότερον Ὀρσεῦτος Πριοῦτος καὶ ἑτέρων οἰκία νυνὶ δὲ Εὐτύχου τοῦ Εὐτύχου καὶ ἐπί τι μέρος Ἁρατυτιος καὶ ἑτέρων τόποι νυνὶ δὲ Εὐτύχου πρεσβυτέρου Εὐτύχου, λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί· καὶ συναπέχομεν παρὰ τοῦ Ψονσνεῦτος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ συμβεβαιώσομεν τὴν πρᾶσιν πάσηι βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον· εὐδοκεῖ δὲ ἡ τοῦ Παπνεβτύνεως γυνὴ Θενμιεῦτος Μιεῦτος τῆι πράσει ταύτῃ καὶ μὴ ἐπελευσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἡρώδης Ἡρώδου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Μιεῦς Ἁρμιύσιος