Ancient Greek
PSI 8 910
Documentary Papyri, Psi 8 910dupl
Not analysed yet
Ὀρσεῦς ὡς ἐτῶν ν οὐλὴ μετώπωι ἐξ ἀριστερῶν. Τααρμιῦσις ὡς ἐτῶν ν οὐλὴ πήχει δεξιῶι ὑπτίωι. Κρονίων ὡς ἐτῶν λϛ ἄσημος. Σαραπίων ὡς ἐτῶν λη οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν. Ὀρσεῦς Ὀρσεῦτος ὁμολογῶ πεπρακέναι Κρονίωνι Λαβήσεως κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τέταρτον μέρος κοινὸν καὶ ἀδιαίρετον τῆς ὑπαρχούσης μοι οἰκίας τριστέγου καινῆς καὶ τῶν συνκυρόντων πάντων ἐν Τεβτύνει· ὧν γείτονες τῆς ὅλης οἰκίας νότου υἱῶν Παπῶς οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος Χράτου τοῦ Ἱππάλου οἰκία, βορρᾶ υἱῶν Ἁτρῆτος καὶ υἱῶν Ἡρακλείδου τοῦ Μάρωνος καὶ Ὀρσεῦτος πρεσβυτέρου Παώπιος εἴσοδος καὶ ἔξοδος, λιβὸς υἱῶν ἡμῶν Ὀρσεῦτος καὶ Ἀρείου τοῦ Πατύνεως αὐλή, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω παρὰ τοῦ Κρονίωνος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι μηνὸς Φαρμοῦθι καὶ αὐτοῦ τοῦ μηνὸς Φαρμοῦθι τοῦ εἰσιόντος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ γυνή μου Τααρμιῦσις Πατύνεως μετὰ κυρίου ἐμοῦ τῇ ὁμολογίᾳ ταύτηι καὶ μὴ ἐπελεύσεσθαι μηδʼ ἐγκαλέσειν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ὀρσεῦς Ὀρσεῦτος Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ γυνή μου Τααρμιῦσις Πατύνεως Περσίνη μετὰ κυρίου ἐμοῦ, οἱ δύο ἀλλήλων ἔγγυοιεἰς ἔκτισιν, ἔχομεν τὸ δάνειον παρὰ Κρονίωνος τοῦ Λαβήσιος ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμῶν ἑκατὸν τριακονταδύο τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῆι μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Φαρμοῦθι τοῦ εἰσιόντος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.