Ancient Greek
PSI 8 916
Documentary Papyri, Psi 8 916dupl
Not analysed yet
Παποντῶς ὁ καὶ Διόδωρος Πύρρου μητρὸς Τασῶκις ὁμολογῶ πεπρακέναι Ἁρυώτηι νεωτέρωι Ἁρυώτου ἐπικαλουμένου Σακβέλιος μητρὸς Ταορσεῦτος τὸν ὑπάρχοντά μοι ψιλὸν τόπον, ὧν μέτρα νότον ἐπὶ βορρᾶ πήχεις εἴκοσι ,λιβὸς ἐπʼ ἀπηλιώτου πήχεις δέκα ,ἐπὶ παντὸς δὲ τῶν πηχισμῶν ὅσον ἂν ὦσιν ἐπὶ τὸ πλεῖον ἢ ἐπὶ τὸ ἔλαττον· ὧν γείτονες νότου καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, βορρᾶ Παποντῶτος ψιλὸς τόπος, λιβὸς τοῦ πριαμένου Ἁρυώτου ἕτεροι ψιλοὶ τόποι· καὶ ἀπέχω παρὰ τοῦ Ἁρυώτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσηι βεβαιώσει ἀπὸ δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Κρονίων Ἀννίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἁρυώτης Ἁρυώτου μητρὸς Ταορσεῦτος γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται.