Ancient Greek
PSI 8 923
Documentary Papyri, Psi 8 923
Not analysed yet
Διδύμη ἡ καὶ Ματρώνα Ἀσκληπιάδου τοῦ Φιλαδέλφου μετὰ κυρίου τοῦ συνγενοῦς Σαραποδώρου Θέωνος Σαταβοῦτι γεωργῷ χαίρειν. ἔχω παρὰ σοῦ τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, πρὸς σὲ πάντων τῶν δημοσίων ὄντων. ἔτους δεκάτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ κα. Διδύμη ἡ καὶ Ματρώνα ἔχω τὸ ἐκφόριον ὡς πρόκιται.