Ancient Greek
PSI 8 932
Documentary Papyri, Psi 8 932
Not analysed yet
……ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ. ὁμολογοῦμεν ἐπομνύμενοι τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐρανίον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Ἀπόλλωνα ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐκ πατρὸς Ψαίου ποιμένα ἐπὶ τῷ αὐτὸν ὑπουργεῖν καὶ τὴν …τῆς ὑπʼ αὐτὸν πεδιάδος λεγομένης Φερκω καὶ ὑπουργεῖν …ς καὶ πάντα τὰ ἐπιζητούμενα πρόσωπα ἀμέμπτως καὶ …καὶ ἀκαταγνώστως ἐκτελέσαι, ἀλλʼ ἀεὶ ζητούμενον αὐτὸν …παραδώσομεν τῇ ὑμῶν ἐντρεχείᾳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς ἐν δημοσίῳ τόπῳ ἐν αὐτῷ τῷ παγανικῷ σχήματι ἄνευ στρατιωτικοῦ σχήματος ἢ μοναχικοῦ καὶ μηδαμῶς αὐτὸν …εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενον αὐτὸν μὴ παρέξομεν τῇ ὑμῶν ἐντρεχείᾳ, αὐτοὶ ἐπιγνῶναι οἴκοθεν αὐτῇ ὑπὲρ τῆς τούτου ἀπολίψεως χρυσοῦ οὐγκίας τρεῖς κινδύνῳ ἡμῶν καὶ τῆς ἡμῶν ὑποστάσεως γενικῶς τε καὶ ἰδικῶς, καὶ οὐδὲν διεψευσάμεθα, ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος …ου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Ἀπόλλωνα εἰς χρυσοῦ οὐγκία …καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται, καὶ ὑπογράψας …Αὐρήλιος Ἑρμαῶς Βόττου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Ἀπόλλωνα εἰς …χρυσοῦ οὐγκία…