Ancient Greek
PSI 8 935
Documentary Papyri, Psi 8 935
Not analysed yet
Φλαύιος Ἰωάννης λαμπρότατος πολιτευόμενος διʼ ἐμοῦ Φεὶβ προνοητοῦ Ἀπολλω… φ…φρο. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τὸν φόρον τῶν ὑπὸ σὲ ἡμῶν ἀρουρῶν κλήρου Πία Σὲ πεδίου κώμης Φθλα, ἀκολούθως τῇ μισθώσει, ὑπὲρ κανόνος δευτέρας ἰνδικτίονος ἐκ πλήρους· καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται. ὁ προγεγραμμένος γεοῦχος διʼ ἐμοῦ Φεὶβ προνοητοῦ στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. ὁ δεῖνα Βίκτορος Ψαίου πρεσβυτέρου καὶ προνοητοῦ τοῦ κυρίου Κύρου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος