Ancient Greek
PSI 8 946
Documentary Papyri, Psi 8 946
Not analysed yet
…τὴν ὑπάρχουσαν αὐτοῖς παλαιὰν οἰκίαν συν εἰσόδῷ καὶ ἐξόδῳ, καὶ πλησίον τῆς εἰσόδου ἐξέδραν καὶ τοὺς περὶ αὐτὰς ψιλοὺς τόπους καὶ τὰ πάντα χρηστήρια καὶ τὰ ἀνήκοντα πάντα· γείτονες τῆς οἰκίας καὶ τῶν τόπων, ἐν οἷς κοινὴ εἴσοδος καὶ ἔξοδος πρὸς τὸν δεῖνα Θοώνιος ?,ἀπηλιώτου …τῆς Αὐρηλίας Σινθώνιος τῆς ὠνουμένης …ν, νότου καὶ βορρᾶ πρότερον τοῦ δεῖνα τοῦ δεῖνα τόποι, λιβὸς πρότερον τοῦ δεῖνα τοῦ δεῖνα …οἰκία· τιμῆς τῶν προειρημένων οἰκοπέδων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν …,ἃς καὶ ἀπεσχηκέναι τοὺς προκειμένους Αὐρηλίους Εὔπορον καὶ Θέωνα διὰ χειρὸς ἐξ οἴκου πλήρης ἐξ ἴσου παρὰ τῆς αὐτῆς Αὐρηλίας Σινθώνιος …ἐγγράπτῳ ἀσφαλείᾳ διὰ τοῦ ἐνθάδε μνημονείου· διὸ …την Αὐρηλίαν Σινθῶνιν σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις τῶν προκειμένων οἰκοπέδων κρατήσειν καὶ κυριεύσειν ἀπὸ τοῦ νῦν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῆται· τοὺς δὲ ἀποδομένους μὴ ἐπελεύσεσθαι ἐπὶ ταῦτα μηδʼ ἄλλον μηδένα ὑπὲρ αὐτῶν κατὰ μηδένα τρόπον, παρέξεσθαι δὲ βέβαια καὶ καθαρὰ ἀπὸ μόνου τοῦ ἑαυτῶν ὀνόματος καὶ ἀπὸ παντὸς τοῦ ἐξ ὀνόματος αὐτῶν ἐπελευσομένου ἐπὶ τὴν αὐτὴν Σινθῶνιν …