Ancient Greek
PSI 8 961 b
Documentary Papyri, Psi 8 961b
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων, μηνὸς Ἁδριανοῦ Χοίακ …ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογει Ἀμάτιος ὁ καὶ Παυλεῖνος κεκοσμητευκὼς υἱὸς Πάτρωνος γεγυμνασιαρχηκότος ὡς ἐτῶν τεσσερακονταὲξ ἄσημος Πόννειτι Ἡρακλήου τοῦ Ἡρακλήου ὡς ἐτῶν πεντήκοντα οὐλὴ ἀντικνημίῳ δεξιῶι καὶ Ὀρσενούφει Πάσειτος τοῦ Ὀρσενούφεως ὡς ἐτῶν εἰκοσιεννέα οὐλὴ ὑπὲρ ἀστράγαλον ἐντὸς ποδὸς δεξιοῦ, τοῖς δυσί ,ἀπέχειν παρʼ αὐτῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἐνακοσίας εἴκοσι οὔσας συντίμησιν χηνῶν τοκάδων εἰκοσιτριῶν ὧν ἐμισθώσαντο ὁ Πόννεις καὶ ὁ Ὀρσενοῦφις σὺν Νειλάμμωνι Νείλου ἀπελευθέρου Λουρίου τοῦ καὶ Ἀπολλωνίου ἐξ ἀλληλενγύης παρὰ τοῦ Ἀματίου τοῦ καὶ Παυλείνου κατὰ μίσθωσιν τελειωθεῖσαν τῷ ἑπτακαιδεκάτῳ ἔτει Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὶ Θὼθ τετράδι καὶ εἰκάδι διὰ τοῦ ἐνταῦθα γραφείου, ἥνπερ μίσθωσιν συνχωρεῖ ὁ Ἀμάτιος ὁ καὶ Παυλεῖνος ἄκυρον εἶναι κατὰ πάντα τρόπον σὺν τοῖς διʼ αὐτῆς ἐνγεγραμμένοις πᾶσι καὶ μὴ ἐπελεύσεσθαι αὐτὸν τὸν Ἀμάτιον τὸν καὶ Παυλεῖνον μήτε τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Πόννειτα καὶ τὸν Ὀρσενοῦφιν μηδὲ ἐφʼ ἑκάτερον αὐτῶν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ τῆς εἰρημένης μισθώσεως χηνῶν τοκάδων εἰκοσιτριῶν μήτε περὶ ὧν ἀπέχει, ὡς πρόκειται, τῆς συντιμήσεως δραχμῶν ἐνακοσίων εἴκοσι ,μηδὲ περὶ τόκων αὐτῶν διὰ τῆς αὐτῆς μισθώσεως διὰ τὸ καὶ τούτους αὐτὸν Ἀμάτιον τὸν καὶ Παυλεῖνον ἀπεσχηκέναι παρʼ αὐτῶν κατὰ μέρος διὰ χειρὸς ἐξ οἴκου μηδὲ μὴν περὶ ἄλλου μηδενὸς τῶν ἐνγεγραμμένων ἢ ἑτέρου τινὸς ἁπλῶς πράγματος ἐγγράπτου μηδὲ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. Ἀμάτιος ὁ καὶ Παυλῖνος κεκοσμητευκὼς υἱὸς Πάτρωνος γεγυμνασιαρχηκότος ἀπέχω παρὰ τῶν περὶ τὸν Πίννειτα τὰς δραχμὰς ἐνακοσίας εἴκοσι οὔσας συντίμησιν τῶν χηνῶν ὧν ἐμίσθωσα εἰκοσιτριῶν καὶ συνχωρῶ ἄκυρον εἶναι τὴν μίσθωσιν καὶ οὐκ ἐπελεύσεσθαι περὶ μηδενὸς πράγματος ὡς πρόκειται. κατεχωρίσθη …ιϛ