Ancient Greek
PSI 8 962 b
Documentary Papyri, Psi 8 962b
Not analysed yet
……νεοκόρῳ μεγάλου Σαράπιδος …γενομένῳ ἐπάρχῳ σπείρης τρίτης …ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Σενθωῦτος Ἡφαιστᾶτος τῶν ἀπὸ Ἡρακλέους πόλεως τῆς μητροπόλεως τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου νομοῦ καὶ παρὰ Πετήσιος τοῦ Ὡρῖτος μητρὸς Σοήριος τῶν ἀπὸ κώμης Θμοινέφθα τοῦ αὐτοῦ νομοῦ. συνχωρεῖ ὁ Πετῆσις συνεργάσασθαι τῷ Σενθωῦτι, ὅπου ἐὰν αὐτῷ ἐπιτάσσῃ, τὴν μεταλλευτικὴν ἐργασίαν ἐπὶ μῆνας δεκαδύο ἀπὸ μηνὸς Παχὼν τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, μισθοῦ τοῦ συνπεφωνημένου ὑπὲρ τοῦ ὅλου χρόνου ἀργυρίου δραχμῶν ἑκατὸν ὀγδοήκοντα ,ἀφʼ ὧν αὐτόθεν εἴληφεν παρʼ αὐτοῦ ὁ Πετῆσις ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα διὰ χειρός, τὰς δὲ λοιπὰς ἀργυρίου δραχμὰς εἴκοσι δώσει αὐτῷ τῷ ἐσχάτῳ τῶν προειρημένων μηνί, καὶ χορηγήσει αὐτῷ …