Ancient Greek
PSI 5 504
Documentary Papyri, Psi 8 975
Not analysed yet
Μαχάων Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι τῆς πρὸς Ἀπολλώνιον ἐπιστολῆς τὸ ἀντίγραφον. καλῶς ἂν οὖν ποιήσαις σπουδάσας ὅπως Μίκκος μοι τὰ σύμβολα ἀποκομίσηι γράφε δὲ καὶ σὺ ἡμῖν, ἐάν τινος τυγχάνηις …αναθ… ἀγορὰν …ὀφειλομένην μοι εἰς τὸ ὀψώνιον τοῦ κη ἔτους, καλῶς ἂν ποιήσαις ἐπιστείλας ἀποδοῦναι ἡμῖν. ὡσαύτως δὲ καὶ τοῦ κθ ἔτους τὸ σύμβολον τοῦ ὀψωνίου καὶ τῆς ἀγορᾶς σύνταξον γράψαι, εἴ σοι δοκεῖ, καὶ δοῦναι Μίκκωι, ἵνα ἀνακομίσηι πρὸς ἡμᾶς. Μαχάων. τῆς πρὸς Ἀπολλώνιον ἐπιστολῆς ἀντίγραφον περὶ τῆς γινομένης αὐτῶι ἀγορᾶς εἰς τὴν σύνταξιν. ἔτους κθ, Δαισίου …ἐν Ἀλεξανδρείαι. Ζήνωνι