Ancient Greek
PSI 9 1015
Documentary Papyri, Psi 9 1015
Not analysed yet
…ἔτους κη, Χοίαχ θ. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Ἑρμόφιλος, εἰκοστὴ ἐγκυκλίου κατὰ τὴν παρὰ Ἀπολλωνίου καὶ Πτολεμαίου τῶν πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀμμώνιος ὁ ἀντιγραφεύς, Ἀγανοῦφις Ψεμμίνιος οἴκου ὠικοδομημένου καὶ τὴν προσοῦσαν αὐλὴν ἐν τῶι ἀπὸ νότου Μεμνονείων, καὶ ψιλὸς τόπος ἐντὸς τοῦ τείχους ἀπὸ πήχεων δ τὸ ἥμισυ ὄγδοον, ὧν αἱ γειτνίαι πρόκεινται διὰ τῆς συγγραφῆς, καὶ ἡμερῶν ἁγνευτικῶν ιγ ἃ ἐωνήσατο παρὰ Ζμανρέους τοῦ Ψεμίνιος τάλαντα β τέλος χαλκοῦ οὗ ἀλλαγὴ ἑξακοσίας· γίνονται χ. Ἑρμόφιλος τραπεζίτης.