Ancient Greek
PSI 9 1020
Documentary Papyri, Psi 9 1020
Not analysed yet
ἔτους η, Ἁθὺρ ιϛ, ἐπʼ Ἀπολλωνίου τοῦ πρὸς τῆι ἀγορανομίαι τῶν Μεμνονέων τοῦ Παθυρίτου. ἐμίσθωσεν Πικῶς Ψεμμίνιος καὶ Τατεαθύρις Ψεμμίνιος Περσίνη μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πικῶτος τοῦ προγεγραμμένου ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς ἐν τῶι ἀπὸ βορρᾶ μέρει Μεμνονέων ἐπὶ τοῦ ὅρου Ἀφροδισιείου γέρως ἡμερῶν ἁγνευτικῶν καὶ τῶν πάντων λοιπῶν καὶ ἐπεσομένων φιλανθρώπων καὶ τὸ ἐπιβάλλον αὐτοῖς μέρος τῶν ἐπαγομένων εἰς τὸ η ἔτος ἀπὸ Ἁθὺρ ἕως Μεσορῆι λ τοῦ αὐτοῦ ἔτους τοῦ μηνὸς χαλκοῦ δραχμῶν ρ. μὴ ἐξέστω δὲ τοῖς περὶ Πικῶν ἑτέροις ἐγμισθοῦν ἐντὸς τοῦ χρόνου μηδὲ τῶι Ἰμούθει ἐλλείπειν τῶν ἡμερῶν ἐντὸς τοῦ χρόνου· παραδότω δὲ τὰ τῶν ἡμερῶν δέκα καὶ οὗ ἐὰν αἱρῆται ἐγμισθοῦν. Ἀπολλώνιος κεχρημάτικα.