Ancient Greek
PSI 9 1024
Documentary Papyri, Psi 9 1024
Not analysed yet
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν φιλομητόρων ἔτους τρεισκαιδεκάτου τοῦ καὶ δεκάτου, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παχὼν ιθ, ἐν Ἑρμώνθει τοῦ Παθυρίτου τῆς Θηβαίδος, ἐφʼ Ἑρμοδώρου ἀγορανόμου. ὠνή. ἀπέδοτο Πικῶς Ψεμμίνιος τῶν ἐκ τῶν Μεμνονείων παστοφόρων ὡς ἐτῶν λβ μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ὀφρύι ἀριστερᾶι ἄλλη ῥινὶ μέσηι τὸ ἐπιβάλλον αὐτῶι μέρος ἡμερῶν ἁγνευτικῶν καὶ τῶν τούτων καρπειῶν καὶ λειτουργιῶν τοῦ ἐν τοῖς Μεμνονείοις μεγάλου Ἰσιείου καὶ ψιλῶν τόπων καὶ τῶν ἄλλων πάντων τοῦ μηνὸς ἡμέρας μιᾶς ,τοῦ δὲ ἐνιαυτοῦ ἡμέρας δεκαδύο . ἐπρίατο Τατεαθύρις Ψεμμίνιος Περσίνη ὡς ἐτῶν κε μέση μελίχρως μακροπρόσωπος ἔνσιμος οὐλὴ ῥινὶ ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Τοτοέους τοῦ Ζμανρέους τῶν ἐκ τῶν Μεμνονείων παστοφόρων ὡς ἐτῶν λβ μέσου μελίχρωτος μακροπροσώπου εὐθύρινος οὐλὴ καρπῶι δεξιῶι χαλκοῦ νομίσματος ταλάντων τεσσάρων δραχμῶν χιλίων πεντακοσίων . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν Πικῶς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Τατεαθύρις ἡ πριαμένη. Ἑρμόδωρος κεχρημάτικα.