Ancient Greek
PSI 9 1028
Documentary Papyri, Psi 9 1028
Not analysed yet
ἔτους β Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Νέου Σεβαστοῦ κη. ἔτους δευτέρου Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Νέου Σεβαστοῦ ὀγδόῃ καὶ εἰκάδι, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Ἀκουσίλαος Κλεάνορος ὡς ἐτῶν τριακονταπέντε οὐλὴ χειρὶ δεξιᾷ Παώπει ὡς ἐτῶν τριακονταοκτὼ εὐσήμῳ τὸν δεξιὸν ὀφθαλμὸν καὶ οὐλὴ παρὰ μῆλον δεξιὸν καὶ Ὀρσεῦτι ὡς ἐτῶν τριακονταπέντε οὐλὴ ὀφρύι ἀριστερᾷ, τοῖς δύο Φομνάσιος, Πέρσαις τῆς ἐπιγονῆς καὶ ταῖς τούτων γυναιξί, τοῦ μὲν Παώπεως Θαυβάστει Πεεῦτος ὡς ἐτῶν τριακονταδύο οὐλὴ χείλει ἄνω ἐξ ἀριστερῶν, τοῦ δὲ Ὀρσεῦτος Ταμύστᾳ Πεεῦτος ὡς ἐτῶν τριακονταεπτὰ παραστράβῳ καὶ οὐλὴ πήχει δεξιῷ, ἀμφοτέραις Περσίναις, μετὰ κυρίου ἑκατέρας τοῦ προγεγραμμένου ἑαυτῆς ἀνδρός, τοῖς τέτταρσι ἀλλήλων ἐγγύοις εἰς ἔκτεισιν τοῦ τοῦ πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν εἰκοσιεννέα κεφαλαίου, ἃς καὶ ἀποδότωσαν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος δευτέρου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καθεσταμένας εἰς κώμην Τεβτῦνιν μέτρῳ τετραχοινίκῳ θησαυροῦ Λιβίας Σεβαστῆς ἐν ᾧ καὶ παρείληφαν. ἐὰν δὲ μὴ ἀποδῶσιν καθὰ γέγραπται ἐν τῷ διωρισμένῳ χρόνῳ, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι τῶι Ἀκουσιλάῳ παραχρῆμα τιμὴν ἑκάστης ἀρτάβης ἀργυρίου δραχμὰς ἐννέα ἢ τὴν ἐσομένην ἐν τῇ κώμῃ πλείστην τιμήν, τῆς πράξεως οὔσης τῷ Ἀκουσιλάῳ ἢ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συνγραφὴν ἔκ τε τῶν δεδανεισμένων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης χωρὶς ἄλλων ὧν ὀφείλει ὁ Ὀρσεῦς …τῶι Ἀκουσιλάωι καθʼ ἑτέρας ἀσφαλείας. ἡ συνγραφὴ κυρία ……τος αυτων …