Ancient Greek
PSI 9 1031
Documentary Papyri, Psi 9 1031
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαῶφι ὀγδόῃ καὶ εἰκάδι, ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ὧρος Νεκφεραῦτος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς Ἑλένῃ Ἀγχορίμφεως ὡς ἐτῶν τριακοντατριῶν οὐλὴ ὑπὸ μῆλον δεξιὸν μετὰ κυρίου τοῦ συνγενοῦς Ἥρωνος τοῦ Ἥρωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ ῥινὶ μέσῃ πεπρακέναι τὸν ὁμολογοῦντα Ὧρον τῇ Ἑλένῃ τὴν ὑπάρχουσαν αὐτῷ ἵππον θήλειαν σιτόχρουν ταύτην τοιαύτην ἀναπόρριφον τιμῆς ἀργυρίου δραχμῶν ἑβδομηκονταδύο ,καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τῆς Ἑλένης τὴν συνπεφωνημένην τιμὴν πᾶσαν …ὁμολογίαν …βεβαιώσει. Ηρ ἔγραψα ὑπὲρ φαμένου μὴ εἰδέναι γράμματα. ἔτους ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Φαῶφι κη.