Ancient Greek
PSI 9 1033
Documentary Papyri, Psi 9 1033
Not analysed yet
…διοριζόμενος δέ φημι μηδὲ εν τῷ Ἀγαθίνῳ α… …ειν, τὸ ἐναντίον δέ, ὥσπερ εἶπον, πλεῖστα καὶ ὧν ε …ν παρʼ αὐτῷ ἐστιν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ, καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Παῦνι θ. Διογένης ἐπιδέδωκα. μετὰ τὴν ἀνάγνωσιν Ἀγαθὸς Δαίμων οἰκονόμος Ἀγαθίνου ἀπεκρίνατο· ἐγὼ οὐ δίκην ἀποσυνεστάθην εἰπεῖν, ἀλλὰ μόνον διαστολικὸν μεταδοῦναι. ἀξιῶ δέ σε μαθεῖν παρὰ τοῦ ὑπηρέτου Διοφάντου ὅπως ἐξῆλθεν ἡ παῖς. ὁ στρατηγὸς Διοφάντου ὑπηρέτου παρόντος ἐπύθετο· πῶς εἶδες τὴν παῖδα ἐξελθοῦσαν οὐκ ἐξόντος ἐξεληλυθέναι αὐτήν; ἐν σουβρικοπαλλίῳ πορφυροχρώμῳ καὶ δακτυλιδίῳ ἐνλίθῳ. Κλαύδιος Δημήτριος ὁ καὶ Ἑρμίας στρατηγὸς εἶπεν τὰ εἰρημένα ὑπομνηματισθῆναι. ὁ δείνα ἐπιδέδωκα. διευτύχει