Ancient Greek
PSI 9 1036
Documentary Papyri, Psi 9 1036
Not analysed yet
……τοῦ καὶ Ἡρᾶ ἀπὸ οὐσίας θεᾶς Ἴσιδος Ταποσειριάδος περὶ Τοοὺ ἀπηλιώτου ἀπὸ ἀρουρῶν ἑκατὸν τὰς …διώρυγι ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι οὔσας ἐν ατ…ια ὥστε τοὺς μεμισθωμένους ταύτας σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶνται χωρὶς ἰσάτεως καὶ ὀχομενίου, φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν τετρακοσίων εἴκοσι ἀκινδύνων παντὸς κινδύνου. ὁμολογεῖ δὲ ὁ Ἰσχυρίων αὐτόθεν ἐσχηκέναι παρὰ τῶν μεμισθωμένων ἀπὸ τοῦ φόρου δραχμὰς ἑκατόν ,τὰς δὲ λοιπὰς δραχμὰς τριακοσίας εἴκοσι ἀποδώσουσι οἱ μεμισθωμένοι τῷ αὐτῷ ἐνεστῶτι λγ ἔτει Φαμενὼθ δραχμὰς ἑκατόν ,Μεσορὴ τὰς λοιπὰς δραχμὰς διακοσίας εἴκοσι …μηνὶ Μεσορή. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδώσουσιν οἱ μεμισθωμένοι τὰς λοιπὰς δραχμὰς τριακοσίας εἴκοσι ἐν ταῖς προκειμέναις προθεσμίαις τῷ ἐνεστῶτι ἔτει. ἡ δὲ πρᾶξις ἔστω ἔκ τε τῶν μεμισθωμένων καὶ ἐκ τοῦ ἐνγύου ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. κυρία ἡ μίσθωσις. ἔτους λγ Αὐτοκράτορος Καίσαρος Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου εὐσεβοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρετανικοῦ εἰρηνοποιοῦ τοῦ κόσμου εὐτυχοῦς ἀνικήτου Ῥωμαίου Ἡρακλέους, Φαῶφι ιδ. Ἰσχυρίων Θέωνος μεμίσθωκα τὴν γῆν πρὸς τὸ ἐνεστὸς ἔτος φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν τετρακοσίων εἴκοσι ,καὶ ἔσχον τὰς δραχμὰς ἑκατόν ,πάντα δὲ ὡς πρόκιται.