Ancient Greek
PSI 9 1048
Documentary Papyri, Psi 9 1048
Not analysed yet
Αὐρηλίῳ Δημητρίῳ διαδεχομένῳ τὴν στρατηγίαν Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Πτολεμ…ου Διογένους μητρὸς Φιλωτέρας κυβερνήτου πλοίου ἰδίου ἀγωγῆς ἀρταβῶν φ παρασήμῳ Ι… …,καὶ Διογένους Σαραπίωνος μητρὸς Ἀρσινόης κυβερνήτου πλοίου Καλ…ου Ὀφελλίου καὶ ὡς χρηματίζει ἀγωγῆς ἀρταβῶν …παρασήμῳ Ἶσις, καὶ …ει… …Διοσκόρου μητρὸς Αυνκιος κυβερνήτου πλοίου Κλαυδίας Βερενείκης καὶ ὡς χρηματίζει ἀγωγῆς ἀρταβῶν σν παρασήμῳ …ατρειω, τῶν τριῶν ἀπʼ Ὀξυρυγχων πόλεως, καὶ τῶν σὺν ἡμῖν κυβερνητῶν εἰς πλήρωσιν ἀνδρῶν ἑπτά ,…αυτο ἀγωγῆς ἀρταβῶν Δφ. αἰτούμεθα ἐπισταλῆναι ὑπὲρ ὀβολισμοῦ ποταμίων πλοίων ὑπὲρ οὗ ἐνεβαλόμεθα πυροῦ ἀπὸ γενήματος τοῦ διελθόντος α ἔτους ἀρτάβας Δφξζ γ τὰς συναγομένας ἀργυρίου δραχμὰς …