Ancient Greek
PSI 9 1054
Documentary Papyri, Psi 9 1054
Not analysed yet
……χ…αι …τὴν μάμμην μου Τασουχάριν καὶ τὸν πατέρα μου Χαιρημωνιανόν. ἀσπάζομαι τοὺς δύο …ους. ἀσπάζομαι τὸν ἀδελφόν μου Πτολεμαῖον. ἀσπάζομαι Ταοννῶφριν, καὶ ἤκουσα ὅτι οὐκ ἔστιν ἐν τῇ κώμῃ. ἀσπάζεται ὑμᾶς ἡ μήτηρ μου πολλά. κόμισαι δὲ παρὰ τοῦ φέροντος τὴν ἐπιστολὴν ζεῦγος σολίων ἡλοκοπημένον ἔχων ἥλους τριάκοντα . ἀσπάζομαι τοὺς φίλους πάντας κατʼ ὄνομα. ἀσπάζομαι Ἥρωνα πολλὰ καὶ Πετεσοῦχον. …Ἰσίδωρον καὶ τοὺς παρʼ αὐτοῦ.