Ancient Greek
PSI 9 1057
Documentary Papyri, Psi 9 1057
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Ἀπελλαίου κ Φαῶφι εἰκοστῇ, ἐν Εὐημερίᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἀειῶν Μάρωνος ὡς ἐτῶν ἑξηκοντα …ὑπόσκνιφος οὐλὴ βραχίονι δεξιῶι Ἀπύνχει Ἡρᾶτος ὡς ἐτῶν ἑξηκονταδύο οὐλὴ καρπῶι δεξιῶι ἔχειν παρʼ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου κατὰ μέρος ἀργυρίου δραχμὰς ἐνενηκονταδύο γίνονται δραχμαὶ ϙβ …αωρων ἀπὸ τιμῆς ἀράκου, ὃν κατέφαγεν αὐτοῦ τὰ πρόβατα ἐν οἷς ἔνεμεν περὶ Φιλαγρίδα κατοικικοῖς ἐδάφεσιν ἐκ τοῦ Διοσκοῦτος, σπόρου τοῦ ὀκτωκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, τιμῆς τῆς ἑσταμένης ἐπὶ τοῦ καιροῦ τῶν αιωρων τῆς φανησομένης ἐκ σχοινουργίας σχοινίων …ἀναμετρεῖται ἀρούρης ἀράκου …δεκαεννέα . βεβαιούτω οὖν ὁ Ἀειῶν ἐπὶ τούτοις πάσῃ βεβαιώσει. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος …