Ancient Greek
PSI 9 1062
Documentary Papyri, Psi 9 1062
Not analysed yet
…τῷ δεῖνα …τῶν κεχιλιαρχηκότων στρατηγῶι …Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἀλκίμωι γραμματεῖ …μητροπόλεως καὶ …ενηι ἀμφοδάρχῃ Σεκνεπτυνίου καὶ …λαογράφῳ τοῦ αὐτοῦ ἀμφόδου παρὰ τοῦ δεῖνα τοῦ δεῖνα …ωνος τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Φρεμεὶ …μέρος οἰκίας …ἐν ᾧ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος ζ ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τοῦ προκειμένου ἀμφόδου Σεκνεπτυνίου ἐφʼ οὗ καὶ τῇ τοῦ θ ἔτους Δομιτιανοῦ ἀπογραφῇ ἀπεγραψάμην· καὶ εἰμὶ ὁ δεῖνα τοῦ δεῖνα ς μητρὸς Μεγίστης τῆς Ὡριγένους ὁ προγεγραμμένος λαογραφούμενος …ἐτῶν …καὶ τὴν γυναῖκά μου Εὐδαιμονίδα τὴν καὶ …τοῦ δεῖνα …ἰδιῶτιν ἐτῶν κϛ ἄσημον, καὶ ἐξ ἀμφοτέρων τέκνα τὸν δεῖνα ἐτῶν …καὶ …ιωνα ἐτῶν …καὶ Δίδυμον ἔτους α μὴ ἀναγεγραμμένους ἐν τοῖς ἐπιγεγενημένοις καὶ Τασουχάριον ἐτῶν η ἄσημον, …μὴ ἀπογεγραμμένους τῇ τοῦ θ ἔτους Δομιτιανοῦ ἀπογραφῇ ἐπʼ ἀμφόδου …νυνὶ δὲ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Σεκνεπτυνίου, καὶ τοὺς ὑπογεγραμμένους ἐνοίκους Πτολεμαῖον Πεθέως ἰδιώτην λαογραφούμενον …καὶ τὴν τούτου γυναῖκα Σαμβ…ρο…ιδ… …καὶ ἐξ ἀμφοτέρων τέκνα Ὧρον ἐπικεκριμένον …ηα…με ενε…εγεννηθ …ου… Ὀννώφρεος ἰδιωτ ἐτῶν ιη ἄσημον …ησαμβ…υ δούλην Ἰσιδώραν ……μὴ ἀπογεγραμμεν τῇ τοῦ θ ἔτους Δομιτιανοῦ ἀπογραφῇ …ἐπὶ τοῦ προκειμένου ἀμφόδου Σεκνεπτυνίου …τὸν δεῖνα Πτολεμαίου μητρὸς Ἑλένης τῆς Κάστορος …ἐτῶν …καὶ τὴν τούτου γυναῖκα οὖσαν ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὴν …αριον ἰδιωτ ἐτῶν λε ἄσημον καὶ ἐξ ἀμφοτέρων τέκνα …αμμε ε…εγεννη καὶ ……ου Επ… γυναικὸς οὔσης ……ωρας υ…το… …κοναπο…αμμ… …υ…δεε…ης… …Ἡρακλοῦτος …αιι… …μεννου…ρο… …ἐτῶν …δ ἄσημον καὶ ἐξ ἀμφοτέρων τέκνα μὴ ἀναγεγραμμένα ἐν ἐπιγεγενημένοις ?. …ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, …γραμματα …δος…