Ancient Greek
PSI 9 1070
Documentary Papyri, Psi 9 1070
Not analysed yet
Αὐρηλίῳ Διοσκουρίδῃ τῷ καὶ Σαβείνῳ γυμνασιαρχήσαντι βουλευτῇ καὶ ὡς χρηματίζει ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως διέποντι καὶ τὰ πολιτικὰ παρὰ Αὐρηλίου Χαιρημονιανοῦ τοῦ καὶ Η…ου τοῦ δεῖνα ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς β ἔτος ἀπὸ τῶν ὑποστελλόντων τῇ Ὀξυρυγχιτῶν πόλει περὶ κώμην Μερμέρθα ἐκ τοῦ Ἀριστο… κλήρου ἄρουρας ια, ἐκ δὲ τοῦ Ἑβρυζέλμιος …ἄρουρας ιβ ιϛ· γίνονται ἄρουραι κγ ιϛ· ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶμαι χωρὶς ἰσάτεως καὶ ὀχομενίου, ἀπὸ τῶν ἀρουρῶν με· ἐκ δὲ τοῦ …Λουκίου κλήρου ἐκ νότου τῆς …ἄρουρας η δ η ιϛ καὶ ἐκ τοῦ Θεοθώρου σὺν …ἄρουρας γ 𐅸λβ, τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας ιβ η ιϛ λβ …ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν σκ, τῶν τῆς γῆς δημοσίων καὶ τελεσμάτων καὶ ἐπιμερισμῶν παντοίων ὄντων πρὸς τὸν τοῦ μεμισθωμένου λόγον· οὕσπερ φόρους καὶ ἐκφόρια πάντα ἀποδώσω τῷ μηνὶ Παῦνι· ἐὰν δὲ μὴ κυρωθῶ, οὐ κατασχεθήσομαι τῇδε τῇ ὑποσχέσει …