Ancient Greek
PSI 9 1072
Documentary Papyri, Psi 9 1072
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Ἀπίων ὁ καὶ Θεωνάμμων γυμνασίαρχος τῆς Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Ἀπίωνι Διοσκόρου μητρὸς Τααφύγχιος ἀπʼ Ὀξυρύγχων πόλεως πρὸς τὸ ἐνεστὸς β ἔτος ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ Τακολκεῖλιν ἐκ τοῦ Σελεύκου καὶ Πυθέου κλήρων τὰς προγεωργουμένας ὑπὸ τοῦ μεμισθωμένου ἀρούρας ὅσας ἐὰν ὦσι ἐκ γεωμετρίας ἐν αἷς τροχὸς καὶ μηχανὴ ἐξηρτισμένη πάσῃ ξυλικῇ καταρτίᾳ καὶ σιδηρώσει ἧς ἡ τεκτονικὴ σύνταξις ἔσται πρὸς τὸν μεμισθωμένον, ὥστε σπεῖραι καὶ ξυλαμῆσαι τὰς μὲν ἀπὸ πυροῦ χλωροῖς ἐν οἷς λαχανοσπέρμου ἄρουραι τέσσαρες ,τὰς δὲ ἀπὸ χλωρῶν πυρῷ ἐν αἷς κριθῆς ἄρουραι δύο ἥμισυ ,ἐκφορίου καὶ φόρου κατʼ ἄρουραν τῶν μὲν ἐκ λιβὸς διώρυγος ἐν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας ἐννέα ἥμισυ τέταρτον ,ἀρούρης δὲ μιᾶς Ζώνης λεγομένης πυροῦ ἀρταβῶν ἓξ ἡμίσους καὶ τῶν ἐξ ἀπηλιώτου τῆς αὐτῆς διώρυγος ἐν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας ἓξ ἥμισυ ,καὶ τῶν ἐν κριθῇ ἀρουρῶν δύο ἡμίσους ἀποτάκτου κριθῆς ἀρταβῶν εἰκοσιπέντε καὶ τῶν ἐν χλωροῖς ἐκ λιβὸς τῆς αὐτῆς διώρυγος ἀνὰ ἀρτάβας πεντήκοντα ,τῶν δὲ α…