Ancient Greek
PSI 9 1075
Documentary Papyri, Psi 9 1075
Not analysed yet
Φλαουίῳ Οὐαλερίῳ τῷ λογιωτάτῳ ἐκδίκῳ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίας Σοφίας θυγατρὸς Ἀνουθίου ἀπὸ τῆς αὐτῆς πόλεως. τοῦ ἀνδρός μου ἐκβληθέντος παρὰ τοῦ ἰδίου πατρὸς ἐπιρρίψαντος αὐτῷ καὶ χρέα συντείνοντα εἰς νομίσματα δεκατέσσαρα ,ἅπερ ἐδυνήθην ἐπιγνῶναι ἐκ τῆς διαπράσεως τῶν τε προικῴων μου καὶ τοῦ φθορίου ἕδνου, καὶ συνκάμνουσα αὐτῷ τῷ ἀνδρί μου ἐδυνήθην μὲν καὶ οἰκίαν ἑαυτοῖς περιποιήσασθαι· οὗτος δὲ διάθεσιν ἀγαθὴν μὴ διασώζων εἰς ἐμὲ παρʼ ἕκαστα ἐκβάλλει με οὐδεμιᾶς αἰτίας εὑρισκομένης κατʼ ἐμοῦ. τούτου χάριν προσκυνῶ τῇ σῇ λογιότητι ἀξιοῦσα κελεῦσαι παραστῆναι τοῦτον καὶ ἀναγκασθῆναι καὶ τὸ ἕδνον καὶ τὴν προῖκάν μου ἀποκαταστῆσαι, καὶ τύπον μοι δοῦναι περὶ τοῦ συνοικεσίου, λογιώτατε ἔκδικε κύριε. Αὐρηλία Σοφία ἐπιδέδωκα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Λέοντος αἰωνίου Αὐγούστου τὸ α, Μεσορὴ ι.