Ancient Greek
PSI Com. 11 (2013), p. 68-71 no. 12
Documentary Papyri, PSI Com. 11 12
Not analysed yet
Διογένης Χαιρήμονος …σας βουλευτὴς τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίᾳ …Ζωίλου γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως διὰ Αὐρηλίου γραμματέως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐν παραθέσει ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς …χιλίας αἵ εἰσι ἀργυρίου δραχμαὶ καί ταύτας ὁπηνίκα ἐὰν αἱρῇ ἀποκαταστήσω σοι ἄνευ πάσης ὑπερθέσεως · εἰ δὲ μὴ ἐκτείσω σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον γινομένης σοι …