Ancient Greek
PSI Com. 12 (2015), p. 52-59 no. 13 a
Documentary Papyri, PSI Com. 12 13a
Not analysed yet
…ἰδόντες χρείαν τὴν νῦν ἔχουσαν τὸ καθʼ ἡμᾶς εὐαγὲς κοινόβιον ἐλπίζομεν πρὸς τὴν ὑμετέραν φιλόχριστον μεγαλοπρέπειαν· ὅθεν γουνοπετοῦντες παρακαλοῦμεν αὐτὴν μὴ παριδεῖν ἡμᾶς ἀλλὰ καὶ κελεῦσαι προσαπολυθῆναι ἡμῖν ἃ ἐξ ἔθους εὐεργέτηκεν ὁ ἔνδοξος ὑμῶν οἶκος ὅπως καὶ κατὰ τοῦτο εὐχαριστῶμεν εἴγ' ἁμαρτωλοί ἐσμεν, τὰς συνήθεις εὐχὰς ἀναπέμψομεν πρὸς τὸν θεὸν ὑπὲρ σωτηρίας αὐτῆς καὶ συστάσεως παντὸς τοῦ μεγαλοπρεποῦς οἴκου. ἡ ἁγία καὶ ζωοποιὸς τριὰς εἴη μεθʼ ὑμῶν δεσπότῃ ἡμῷν τὰ πάντα φιλοχρίστῳ καὶ μεγαλοπρεπεστάτῳ κυρίῳ …