Ancient Greek
PSI Com. 6 (2005), p. 102-109 no. 14
Documentary Papyri, PSI Com. 6 14
Not analysed yet
…Βαλβινιανῷ, Βαλβινιανοῦ γενομένου ἐπιτρόπου Σεβαστοῦ υἱῷ, νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος, τῶν ἐν τῷ Μουσείῳ σειτουμένων ἀτελῶν, γενομένῳ ἐπάρχῳ σπείρης πρώτης Φλαυίας ἱππικῆς, ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ …Κρονίωνος κατοίκου ἀπὸ τοῦ Ἀρσινοείτου· πρὸς ὃ οὐ δεόντως καθέστακεν ὃ καὶ ἐτόλμησεν μεταδῶναί μοι διὰ τοῦ τῆς Θε μίστου καὶ Πολέμωνος μερίδων στρατηγοῦ Ἀρητίαινα Ἀρητίωνος ἀπὸ τοῦ αὐτοῦ Ἀρσινοείτου διαστολικὸν ὑπόμνημα μετέρχεσθαι πειράζουσα …ενην τῇ μετηλλαχυίᾳ αὐτῆς ἀδελφῇ Ἡρωΐδι γενομένῃ …τῆς μητρὸς αὐτῆς Ἀπολλωναρίου τῆς καὶ Θευδοῦτος ……τεσσαρεσκαιδεκάτου ἔτους θεοῦ Ἁδριανοῦ ……σαχιο…τιν… αδελφῇ αὐτοῦ κ…ε… …μεταλλαξάσης δὲ τῆς Ἡρωΐδος ἐπιζήσασα ἡ μήτηρ αὐτῆς Ἀπολλωνάριον ἡ καὶ Θευδοῦς ἡ καὶ τὴν ὑπόσχεσιν ποιησαμένη …οὐκ ἐτόλμησεν λογοποιήσασθαί τι περὶ τούτου, τὴν δέουσαν αντίρρησιν ποιούμενος ἀνανκαίως προῆλθον καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων στρατηγῷ μεταδῶναι τῇ αὐτῇ Ἀρετιαίνῃ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ἵνʼ εἰδῇ ἄκυρον καὶ ἐκβόλιμον καθεστὸς ὃ οὐ δεόντως …μετέδωκέν μοι διαστολικὸν ὑπόμνημα, σὺν πᾶσιν οἷς ἐὰν ἀποτολμήσῃ προσμεταδῶναί μοι, ἀρκουμένου μου τῇδε τῇ διαστολῇ καὶ μὴ ἐλαττουμένου ἐν οἷς ἔχω δικαίοις πᾶσι ὡς καθήκει. δίδωμι τῇ πόλει δραχμὰς δέκα . ἔτους κϛ ……σεσημείωμαι …