Ancient Greek
PSI Congr. 20 11
Documentary Papyri, PSI Congr. 11
Not analysed yet
……ρ… …Ἠῦτι τῷ ἀδελφῶι χαίρειν· εἰδέναι σε βούλομαι ὅτι Εὐδαίμων ὁ ἀγορανομήσας προφάσει …α…ς τὰς κώμας καταργεῖ ὄχλον συνάγων ἐν λαύραις ὡς πάντας κινδυνεύειν ἀναχωρῆσαι, παρʼ ἑκάστου λαμβάνων εἰκῇ καὶ ἀπαιτῶν μετὰ πληγῶν δραχμὰς διακοσίας ἢ πυροῦ ἀρτάβας τριάκοντα · πάντες δὲ ἤδη δ…χορ…νο… ὡς μόνην τὴν ἀργυρικὴν ὀφείλοντες …ω… τὸν σῖτον ἀπαιτοῦνται· καὶ ἄλλοτε γὰρ κατὰ κώμην ἐπῆλθον αὐτῶι ἐλέγχοντες ὅτι ἄλλο ἀργύριον παρʼ ἡμῶν ἔσχες, καὶ ἀντὶ εἴκοσι ὀκτὼ σιτολόγων ἤδη πεντήκοντα …ται καὶ οἰκείους τῶν πρότερον ἀποθανόντων ὡς αὐτοὶ δέρουσιν· καὶ ὅλως διὰ τὴν πρόφασιν ταύτην ἀνθρώπους οὐκ …κ… ἐν ταῖς κώμαις …ἐρρῶσθαί σε εὔχομαι …