Ancient Greek
PSI 12 1244
Documentary Papyri, Psi 1244
Not analysed yet
Κανωπιάδος Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πασεῖτος ἀπάτορος μητρὸς Πρωταροῦτος καὶ Παυσιρίου Σαραπίωνος καὶ Ὡρίωνος Χάρητος καὶ Λιβεραλίου γερδίου καὶ τῶν λοιπῶν τῶν ὑπογεγραμμένων πρεσβυτέρων κώμης Κανωπιάδος· δίδομεν τοὺς ὑπογεγραμμένους εἰς κατασπορὰν τῆς ἐπʼ ἀγαθοῖς γεινομένης τοῦ ἐνεστῶτος ιζ ἔτους Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ· εἶσι δέ· Πανομιεῦς Σαραπίωνος ἐν τόπῳ …ἀρουρ …καὶ ἐν τόπῳ Δήμητρος ἀρουρ …Εἰρηναῖος Σαραπίωνος ἐν τόπῳ …ἄρουρ …καὶ ἐν τόπῳ Δήμητρος ἀρουρ …Ἀπύνχις …ος ἐν τόπῳ …ἀρουρ …καὶ ἐν τόπῳ …ἄρουραιδ… καὶ ἐν τόπῳ …υ ἄρουρα α δ …ης …ἐν τόπῳ Ξυλω ἄρουραι δ καὶ ἐν τόπῳ Δήμητρος ἄρουραι δ …ἐν τόπῳ Πετεσβενήσιος …ἀρουρ …καὶ ἐν τόπῳ Δήμητρος ἄρουραι γ …ἐν τόπῳ Ἀπολλω ἄρουραι ζ …καὶ ἐν τόπῳ Δήμητρος ἄρουρα α …ο ἐν τόπῳ Ια ἄρουραι ε καὶ ἐν τόπῳ Δήμητρος ἄρουραι γ Ἥρων Φακιάρεως ἄρουραι θ Ἥρων Πριάμου ἄρουραι η Ἥρων Ναρμουθίτης ἄρουραι θ Σωτήριχος Πετερμούθεως ἄρουραι η Ψάρος ἀπάτωρ μητρὸς Ἑλένης καὶ ἄρουραι η ὁ ἀδελφὸς ἄρουραι η Μῆτις Ἥρωνος ἄρουραι θ Εὐδαίμων Πετεεῦτος ἄρουραι δ Πιρᾶς Παράμεως ἄρουραι δ Πωλίων Ταηρακλεῦτος Πασεῖς ἀπάτωρ μητρὸς Πρωταροῦτος ὡς ἐτῶν ξε οὐλὴ πήχει ἀριστερῷ Παυσῖρις Σαραπίωνος ὡς ἐτῶν κε οὐλὴ ὑπὲρ στόματος Ὡρίων Χάρητος ὡς ἐτῶν λε οὐλὴ ἀστραγάλῳ ποδὸς ἀριστεροῦ Λιβερᾶλις ἐπικαλούμενος γέρδιος ὡς ἐτῶν ν οὐλὴ γόνατι δεξιῷ ἔτους ιζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Καίσαρος Σεβαστοῦ Ἁθὺρ α. Κανωπιάδος