Ancient Greek
Pylon 1 (2022) [Benaissa], § 37-60 no. 2
Documentary Papyri, Pylon 1 11_2
Not analysed yet
ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γοθθικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Πανήμου Παχων ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει, ἐπὶ Αὐρηλίου Ἀγαθίνου τοῦ καὶ Ὡριγένους ἀσχολουμένου ὠνὴν ἀγορανομείου. ἐπρίατο Αὐρήλιος Θέων ἀρχιερεὺς βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως υἱὸς Θέωνος ἀγορανομήσαντος τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίας Ῥοδίνης ἀπελευθέρας Εὐδαιμονίδος Σ…ωνος ἀστῆς ὡς ἐτῶν μβ χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ, συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἡρακλᾶ τοῦ καὶ Διογένους υἱοῦ Δ… γενομένου …τῆς αὐτῆς πόλεως μητρὸς Μαξίμας ἀπὸ τῆς αὐτῆς πόλεως καὶ συμβεβαιοῦντος τὴν ἑξῆς δούλην, ἐν ἀγυιᾷ τὴν ὑπάρχουσαν αὐτῇ καταγραφεῖσαν αὐτῇ διὰ τοῦ ἐνθάδε ἀγορανομείου τῷ …ἔτει τῆς Αὐρηλιανοῦ βασιλείας μηνὶ Ἁθυρ ὑπὸ τοῦ γενομένου καὶ μετηλλαχότος αὐτῆς ἀνδρὸς Αὐρηλίου Ὡρίωνος Ἀνικήτου γενομένου γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀνθ’ ὧν κατὰ μέρος ἔσχεν παρ’ αὐτῆς εἰς ἀναγκαίας αὐτοῦ χρείας ἀργυρίου ταλάντων τεσσάρων ὄντων ἀπὸ διαπράσεως γυναικείων αὐτῆς εἰδῶν δούλην ὀνόματι Στρατονίκην ὡς ἐτῶν κζ ἄσημον, ἥνπερ ἀνακριθεῖσαν ὡς διὰ τοῦ προτέρου χρηματισμοῦ δηλοῦται αὐτόθι παρείληφεν ὁ ὠνούμενος Αὐρήλιος Θέων τὴν δούλην Στρατονίκην οὖσαν ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους τῆς προκειμένης δούλης Στρατονίκης ἀργυρίου Σεβαστοῦ νομίσματος ταλάντων ἑπτὰ καὶ δραχμῶν δισχιλίων ἑπτακοσίων, ἅπερ αὐτόθι ἀπέσχεν ἡ ἀποδομένη Ῥοδίνη παρὰ τοῦ ὠνουμένου Θέωνος ἐκ πλήρους, ἐπακολουθοῦντος τοῦ αὐτοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἡρακλᾶ τοῦ καὶ Διογένους. πωλεῖ καὶ βεβαιοῖ ἡ αὐτὴ ἀποδομένη Ῥοδίνη …