Ancient Greek
Pylon 2 (2022) [Claytor 2], § 1-16
Documentary Papyri, Pylon 2 12
Not analysed yet
Διονυσίωι καὶ Ἰσιδώρωι γεγυμνασιαρχηκόσι πρὸς τῆι εὐθηνίαι τῆς μητροπόλεως Πτολεμαῖος γεγυμνασιαρχηκὼς γενάμενος σιτολόγος τoπαρχίας τῶν περὶ Σεβέννυτον τοῖς φιλτάτοις χαίρειν. ἀνηλώθη εἰς εὐθηνίαν τῆς μητροπόλεως ἀπὸ κ ἕως λ τοῦ Φαρμοῦθι μηνὸς τοῦ ἐνεστῶτος ιδ ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τοῦ εἰς μητρόπολιν ἀνασπασθέντος ἀπὸ θησαυροῦ Σεβεννύτου ὧν φόρετρον δεήσει ἐξωδιασθῆναι τοῖς ὑπογεγραμμένοις κτηνοτρόφοις ἀπὸ μητροπόλεως Βιθυνῶν Ἀφροδᾶτι ὄνοις δ Ἀπολλῶτι ὄνοις γ Ἡρᾶτι νεωτέρωι ὄνοις ι Κα… ὄνοις ϛ …Μάρωνι …Ἑλληνείου Σουχᾶτι …Ἀρχίαι ……τι ……ρ…φ… …τ ……ολιαμον… …π …ίωνι α…