Ancient Greek
Pylon 7 (2025) [Kovarik], § 1-35
Documentary Papyri, Pylon 7 4
Not analysed yet
τὸ παρὸν κομπρόμισσον ποιοῦνται πρὸς ἀλλήλους ἑκουσίᾳ γνώμῃ ἐκ μὲν τοῦ ἑνὸς μέρους Πεκύσιος πρεσβύτερος υἱὸς Νααραoυ ἐκ δὲ τοῦ δευτέρου μέρους Αμπα υἱὸς Νααραoυ Πκανεε ἀμφότεροι ἀπὸ κώμης Λευκογίου τοῦ Ἡρακλεοπολίτου νομοῦ. ἀμφιβολίαν ἔχοντες μετ’ ἀλλήλων περί τινων αὐτῶν κεφαλαίων καὶ μὴ δυνηθέντες δι’ ἑαυτῶν ἀπαλλαγῆναι ᾑρέσαντο ἑκουσίας αὐτῶν γνώμης Κοσμᾶν υἱὸν Παπᾶ καὶ Μηνᾶν υἱὸν Ἀντωνίου ὥστε αὐτοὺς δικαιολογήσασθαι αὐτοῖς. τὸ δὲ παραβαῖνον μέρος τὴν διδομένην παρ’ αὐτῶν δίκην παράσχῃ τῷ ἐμμένοντι ὑπὲρ προστίμου χρυσοῦ νομισμάτια δ. ἐγράφη μηνὶ Φαμενωθ κα ἰνδικτίωνος ια. ⲡⲓϭⲱϣ πρεσβύτερος στοιχεῖν ⲉⲡⲉⲓκομπρόμισσον δι’ ἐμοῦ Ἰωάννου υἱοῦ Φιβ ἐγράφη