Ancient Greek
Pylon 8 (2025) [Claytor 2], § 1-15
Documentary Papyri, Pylon 8 8
Not analysed yet
…εος ὡς ἐτῶν ν οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Πανεὺς Π…εος τῶν ἀπὸ Ἡρακλείας τοῖς παρὰ Πρόβου Τυράννου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ· ὀμνύω Γάιον Καίσαρα Σεβαστὸν Γερμανικὸν εἶ μὴν γεωργήσειν ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἀπὸ τῶν περὶ τὴν προγεγραμμένην κώμην τῆς Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ οὐσίας πρότερον Διονυσοδώρου ἐδαφῶν ἀρούρας τρεῖς ὑπὲρ ὧν ποιήσομαι τὰ καθήκοντα γεωργικὰ ἔργα πάντα ἐκ τοῦ ἰδίου καὶ λήμψομαι τὰ ὑπὲρ αὐτῶν σπέρματα καὶ μετρήσω τὰ εἰθισμένα ὑπὲρ αὐτῶν ἐκφόρια καὶ προσμετρούμενα κα… …τὴν γεωργίαν. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία. ἔγραψε ὑπὲρ αὐτοῦ ὁ τῆς Ἡρακλείας νομογράφος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους δ Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γαίου Σεβαστοῦ ….